Ενότητα 9Στο παρακάτω απόσπασμα ο Δημοσθένης υποστηρίζει ότι η δύναμη των νόμων έγκειται στην τήρησή τους από τους ανθρώπους. Ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; Ἆρ’ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; Οὔ· γράμματα γὰρ γεγραμμέν’ ἐστί, καὶ οὐχὶ δύναιντ’ ἂν τοῦτο ποιῆσαι. Τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν;Ὑμεῖς ἐὰν βεβαιῶτ’ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. Οὐκοῦν οἱ νόμοι θ’ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις. Δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν, ἐφ’ ὅτου περ ἂν λαμβάνηται, καὶ μήτε λῃτουργίας μήτ’ ἔλεον μήτ’ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι, δι’ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην. Δημοσθένης, Κατὰ Μειδίου 224-225 Γλωσσικά σχόλια
Ερωτήσεις
|