ΝΕ. |
Ἐσωφρόνησας· κἂν τὰ λοίφ' οὕτω φρονῇς, |
|
|
ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. |
1260 |
|
Σὺ δ', ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθ' ἀμείψας τάσδε πετρήρεις στέγας. |
|
ΦΙ. |
Τίς αὖ παρ' ἄντροις θόρυβος ἵσταται βοῆς; τί μ' ἐκκαλεῖσθε; Τοῦ κεχρημένοι, ξένοι; |
|
|
Ὤμοι· κακὸν τὸ χρῆμα. Μῶν τί μοι νέα |
1265 |
|
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά; |
|
ΝΕ. |
Θάρσει· λόγους δ' ἄκουσον οὓς ἥκω φέρων. |
|
ΦΙ. |
Δέδοικ' ἔγωγε. Καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις. |
|
ΝΕ. |
Οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν; |
1270 |
ΦΙ. |
Τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξ' ἔκλεπτες, πιστὸς, ἀτηρὸς λάθρᾳ. |
|
ΝΕ. |
Ἀλλ' οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν, πότερα δέδοκταί σοι μένοντι καρτερεῖν, |
|
|
ἢ πλεῖν μεθ' ἡμῶν. ΦΙ. Παῦε, μὴ λέξῃς πέρα· |
1275 |
|
μάτην γὰρ ἃν εἴπῃς γε πάντ' εἰρήσεται. |
|
ΝΕ. |
Οὕτω δέδοκται; ΦΙ. Καὶ πέρα γ' ἴσθ' ἢ λέγω. |
|
ΝΕ. |
Ἀλλ' ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων |
|
|
κυρῶ, πέπαυμαι. ΦΙ. Πάντα γὰρ φράσεις μάτην· |
1280 |
|
οὐ γάρ ποτ' εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα,
ὅστις γ' ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴχθιστος γεγώς. |
|
|
Ὄλοισθ', Ἀτρεῖδαι μὲν μάλιστ', ἔπειτα δὲ |
1285 |
|
ὁ Λαρτίου παῖς, καὶ σύ. ΝΕ. Μὴ 'πεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε. |
|
ΦΙ. |
Πῶς εἶπας; Ἆρα δεύτερον δολούμεθα; |
|
ΝΕ. |
Ἀπώμοσ' ἁγνόν Ζηνὸς ὑψίστου σέβας. |
|
ΦΙ. |
Ὦ φίλτατ' εἰπών, εἰ λέγεις ἐτήτυμα. |
1290 |
|
Τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν |
|
|
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων. |
|
ΟΔ. |
Ἐγὼ δ' ἀπαυδῶ γ', ὡς θεοὶ ξυνίστορες,
ὑπέρ τ' Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ. |
|
ΦΙ. |
Τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως, |
1295 |
|
ἐπῃσθόμην; ΟΔ. Σάφ' ἴσθι· καὶ πέλας γ' ὁρᾷς, ὅς σ' ἐς τὰ Τροίας πεδί' ἀποστελῶ βίᾳ,
ἐάν τ' Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ. |
|
ΦΙ. |
Ἀλλ' οὔ τι χαίρων, ἢν τόδ' ὀρθωθῇ βέλος. |
|
ΝΕ. |
Ἆ, μηδαμῶς, μὴ, πρὸς θεῶν, μεθῇς βέλος. |
1300 |
ΦΙ. |
Μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον. |
|
ΝΕ. |
Οὐκ ἂν μεθείην. ΦΙ. Φεῦ· τί μ' ἄνδρα πολέμιον
ἐχθρόν τ' ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς; |
|
ΝΕ. |
Ἀλλ' οὔτ' ἐμοὶ τοῦτ' ἐστὶν οὔτε σοὶ καλόν. |
|
ΦΙ. |
Ἀλλ' οὖν τοσοῦτόν γ' ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς. |
1305 |
ΝΕ. |
Εἶεν. Τὰ μὲν δὴ τόξ' ἔχεις, κοὐκ ἔσθ' ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ. |
|
ΦΙ. |
Ξύμφημι. Τὴν φύσιν δ' ἔδειξας, ὦ τέκνον,
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλ' ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ' ἦν ἤκου' ἄριστα, νῦν δὲ τῶν τεθνηκότων. |
1310 |
|
ἐσωφρόνησας
|
έβαλες μυαλό |
|
τὰ λοίφ' (= τὰ λοιπά· χρήση επιρρ.) |
στο μέλλον |
1260 |
ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα (φράση παροιμ.
πρβ. Ἀντ. 619) |
ίσως γλυτώσεις απ' τις στενοχώριες |
|
ἀμείψας
|
αφού αφήσεις |
|
θόρυβος ἵσταται |
σηκώνεται θόρυβος |
|
τί μ' ἐκκαλεῖσθε; (ο πληθ. γιατί ο Φιλ. νομίζει ότι τον καλεί ο χορός) |
γιατί με φωνάζετε; |
|
τοῦ κεχρημένοι |
τι έχοντας ανάγκη |
|
μῶν (= μὴ οὖν) πάρεστε
|
μήπως λοιπόν έρχεστε |
1270 |
οὔκουν.... πάλιν; |
δεν μπορώ λοιπόν να μετανιώσω; |
|
τοιοῦτος ἦσθα
|
τέτοιος ήσουν (το τοιοῦτος επεξηγείται με το πιστὸς) |
|
χὤτε (= καὶ ὅτε)
|
και όταν |
|
ἀλλ' οὔ τι μὴν νῦν |
αλλά βεβαίως όχι τώρα |
|
πότερα δέδοκταί σοι |
ποια είναι η απόφασή σου |
|
μένοντι
|
μένοντας |
|
καρτερεῖν |
να υποφέρεις τη μοίρα σου |
|
καὶ πέρα γ' ἴσθ' ἢ λέγω |
και να ξέρεις βέβαια ότι είναι ακόμη πιο σταθερή η απόφαση απ' ό,τι λέω |
|
ἀλλ' ἤθελον μέν..... εἰ δὲ μὴ τι.... πέπαυμαι |
θα ήθελα βέβαια να πεισθείς στα λόγια μου· αλλά αν πραγματικά κανένα από τα λόγια μου δεν βρίσκει τον στόχο του, σταματώ |
1280 |
δόλοισι |
με δόλο |
|
τὸν βίον |
τα μέσα να ζήσω |
|
γεγὼς (μτχ. παρακ. του γίγνομαι, αντί γεγονὼς) |
αν και κατάγεσαι, είσαι παιδί |
|
μὴ (ἐ)'πεύξῃ πέρα
|
μην καταριέσαι άλλο |
|
δολούμεθα (δολόομαι -οῦμαι)
(πληθ. αντί ενικού) |
εξαπατιέμαι |
|
ἀπώμοσ' (ἀπόμνυμι)
|
ορκίζομαι πως όχι |
1290 |
ἐτήτυμα |
αληθινά |
|
τοὔργον παρέσται φανερὸν |
η πράξη μου θα είναι φανερή |
|
θεοί ξυνίστορες |
μάρτυρές μου οι θεοί |
|
μῶν ἐπησθόμην
|
μήπως άραγε άκουσα |
|
ὃς....ἀποστελῶ |
αναφ. τελ. πρότ. |
|
ἀλλ' οὔ τι χαίρων (τυπική έκφραση απειλής) |
όχι χωρίς τιμωρία |
|
ἢν τόδ' ὀρθωθῇ βέλος
|
αν τούτο το τόξο υψωθεί (δηλ. αν γίνει σωστή σκόπευση) |
1300 |
μή...... μεθῇς βέλος |
για όνομα των θεών μη ρίχνεις το βέλος |
|
μέθες με χεῖρα (σχήμα καθ' όλον και μέρος) |
άφησέ μου το χέρι |
|
τί μ' ἀφείλου μὴ κτανεῖν ψευδοκήρυκας
|
γιατί μ' εμπόδισες να σκοτώσω (επξγ. στη φράση τοὺς πρώτους στρατοῦ) |
|
εἶεν (εκφράζει αλλαγή του θέματος) |
ας είναι, αρκετά γι' αυτό |
|
οὐκ ἔσθ' ὅτου (αντί οὗτινος, γεν. της αιτίας) |
για τίποτα |
1310 |
ἤκου'(ε) ἄριστα
|
ονομαζόταν ήρωας |