ΝΕ. |
Ἰὼ ἰὼ δύστηνε σύ, |
|
|
δύστηνε δῆτα διὰ πόνων πάντων φανείς. |
760 |
|
Βούλῃ λάβωμαι δῆτα καὶ θίγω τί σου; |
|
ΦΙ. |
Μὴ δῆτα τοῦτό γ'· ἀλλά μοι τὰ τόξ' ἑλὼν
τάδ', ὥσπερ ᾐτοῦ μ' ἀρτίως, ἕως ἀνῇ
|
|
|
τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
σῷζ' αὐτὰ καὶ φύλασσε· λαμβάνει γὰρ οὖν
ὕπνος μ', ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ' ἐᾶν χρεὼν
ἕκηλον εὕδειν. Ἢν δὲ τῷδε τῷ χρόνῳ |
765 |
|
μόλωσ' ἐκεῖνοι, πρὸς θεῶν, ἐφίεμαι |
770 |
|
ἑκόντα μήδ' ἄκοντα, μήτε τῳ τέχνῃ
κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ' ἅμα
κἄμ', ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ. |
|
ΝΕ. |
Θάρσει προνοίας οὕνεκ'· οὐ δοθήσεται |
|
|
πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε. |
775 |
ΦΙ. |
Ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον,
μή σοι γενέσθαι πολύπον' αὐτά, μηδ' ὅπως
ἐμοί τε καὶ τῷ πρόσθ' ἐμοῦ κεκτημένῳ. |
|
ΝΕ. |
Ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ |
|
|
πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ
θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται. |
780 |
ΦΙ. |
Δέδοικα δ', ὦ παῖ, μὴ ἀτελὴς εὐχὴ τύχῃ·
στάζει γὰρ αὖ μοι φοίνιον τόδ' ἐκ βυθοῦ κηκῖον αἷμα, καί τι προσδοκῶ νέον. |
|
|
Παπαῖ, φεῦ·
παπαῖ μάλ', ὦ πούς, οἷά μ' ἐργάσῃ κακά.
Προσέρπει,
προσέρχεται τόδ' ἐγγύς. Οἴμοι μοι τάλας. Ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ. |
785 |
|
Ἀτταταῖ.
Ὦ ξένε Κεφαλλήν, εἴθε σοῦ διαμπερὲς
στέρνων ἵκοιτ' ἄλγησις ἥδε. Φεῦ, παπαῖ,
παπαῖ μάλ' αὖθις. Ὦ διπλοῖ στρατηλάται,
Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ' ἐμοῦ |
790 |
|
τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον;
Ὤμοι μοι.
Ὦ θάνατε θάνατε, πῶς ἀεὶ καλούμενος
οὕτω κατ' ἦμαρ οὐ δύνᾳ μολεῖν ποτε;
Ὦ τέκνον, ὦ γενναῖον, ἀλλὰ συλλαβών, |
795 |
|
τῷ Λημνίῳ τῷδ' ἀνακαλούμενον πυρὶ
ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
τὸν τοῦ Διὸς παῖδ' ἀντὶ τῶνδε τῶν ὅπλων,
ἃ νῦν σὺ σῴζεις, τοῦτ' ἐπηξίωσα δρᾶν.
Τί φῄς, παῖ; |
800 |
|
Τί φῄς; Τί σιγᾷς; Ποῦ ποτ' ὤν, τέκνον, κυρεῖς; |
805 |
ΝΕ. |
Ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά. |
|
ΦΙ. |
Ἀλλ', ὦ τέκνον, καὶ θάρσος ἴσχ'· ὡς ἥδε μοι ὀξεῖα φοιτᾷ καὶ ταχεῖ' ἀπέρχεται.
Ἀλλ' ἀντιάζω, μή με καταλίπῃς μόνον. |
|
ΝΕ. |
Θάρσει, μενοῦμεν. ΦΙ. Ἦ μενεῖς; ΝΕ. Σαφῶς
|
|
|
φρόνει. |
810 |
ΦΙ. |
Οὐ μήν σ' ἔνορκόν γ' ἀξιῶ θέσθαι, τέκνον. |
|
ΝΕ. |
Ὡς οὐ θέμις γ' ἐμοὔστι σοῦ μολεῖν ἄτερ. |
|
ΦΙ. |
Ἔμβαλλε χειρὸς πίστιν. ΝΕ. Ἐμβάλλω μενεῖν. |
|
ΦΙ. |
Ἐκεῖσε νῦν μ', ἐκεῖσε. ΝΕ. Ποῖ λέγεις; ΦΙ. Ἄνω. |
|
ΝΕ. |
Τί παραφρονεῖς αὖ; Τί τὸν ἄνω λεύσσεις κύκλον; |
815 |
ΦΙ. |
Μέθες, μέθες με. ΝΕ. Ποῖ μεθῶ; ΦΙ. Μέθες ποτέ. |
|
ΝΕ. |
Οὔ φημ' ἐάσειν. ΦΙ. Ἀπό μ' ὀλεῖς, ἢν προσθίγῃς. |
|
ΝΕ. |
Καὶ δὴ μεθίημ', εἴ τι δὴ πλέον φρονεῖς. |
|
ΦΙ. |
Ὦ γαῖα, δέξαι θανάσιμόν μ' ὅπως ἔχω· |
|
|
τὸ γὰρ κακὸν τόδ' οὐκέτ' ὀρθοῦσθαί μ' ἐᾷ. |
820 |
ΝΕ. |
Τὸν ἄνδρ' ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε· ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας, μέλαινά τ' ἄκρου τις παρέρρωγεν ποδὸς |
|
|
αἱμορραγὴς φλέψ. Ἀλλ' ἐάσωμεν, φίλοι,
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ. |
825 |
ΓΛΩΣΣΙΚΑ ΣΧΟΛΙΑ
759 |
δύστηνε (κλητ. αντί ονομ. λόγω έλξης από την προηγούμενη κλητ.) |
δυστυχισμένε |
|
διά πόνων πάντων (παρήχηση του π) |
μέσα απ' όλη τη σειρά των συμφορών |
|
βούλῃ λάβωμαι (παλιότερη σύνταξη· η υποτ. χωρίς σύνδεσμο δείχνει ότι η πρόταση είναι εξαρτημένη) |
θέλεις να σε κρατήσω; |
|
μὴ δῆτα τοῦτο γ' (ποιήσῃς) |
όχι μην το κάνεις αυτό |
|
ἕως ἀνῇ (υποτ. αορ. β΄ του ρ. ἀνίημι)· το ἕως με υποτ. χωρίς το ἂν
|
ώσπου να μ' αφήσει |
|
τὸ πῆμα (< πάσχω) |
το πάθος, η κρίση |
|
ὅταν.....ἐξίῃ (ἐξέρχομαι)
|
μόλις περάσει το κακό αυτό |
|
λῆξαι (ενν. υποκ. τὸ κακόν) |
να τελειώσει |
|
ἀλλ' ἐᾶν χρεὼν ἕκηλον εὕδειν |
αλλά πρέπει να με αφήνουν να κοιμάμαι ήσυχα |
770 |
ἢν μόλωσ'(ι) (βλώσκω) |
αν έρθουν |
|
ἐκεῖνοι |
δηλ. ο Οδυσσεύς και ο Διομήδης |
|
ἑκόντα μήδ' ἄκοντα (= μήθ' ἑκόντα μήτ' ἄκοντα)
|
μήτε με τη θέλησή σου μήτε άθελά σου |
|
πρόστροπος |
ικέτης |
|
μή......κτείνας γένῃ (= κτείνῃς)
|
μη γίνεις φονιάς |
|
θάρσει προνοίας οὕνεκ'
|
μη φοβάσαι, γιατί υπάρχει φροντίδα γι' αυτό |
|
ξὺν τύχῃ (= τύχῃ ἀγαθῇ) |
η ώρα η καλή, κι ας έρθουν όλα κατ' ευχήν |
|
τὸν φθόνον δὲ πρόσκυσον |
να προσκυνήσεις τον φθόνο, από τον φθόνο των θεών φυλάξου |
|
τῷ πρόσθ'.....κεκτημένῳ |
σ' εκείνον (τον Ηρακλή) που τα κατείχε πριν από μένα |
|
νῷν (= ἡμῖν, δοτ. ηθική) |
σε μας |
780 |
νῷν (προσ. αντων., δυϊκ. αρ.) |
για μας |
|
εὐσταλὴς (< εὖ + στέλλω) |
εύκολος, γρήγορος |
|
χὠ (= καί ὁ) στόλος πορσύνεται |
και μεις έχουμε ετοιμαστεί |
|
μὴ ἀτελής......εὐχὴ (τύχῃ)
|
μήπως η ευχή πάει χαμένη |
|
στόλος |
αποστολή, συνοδεία |
|
φοίνιον |
μαυροκόκκινο |
|
κηκῖον (κηκίω) αἷμα |
το αίμα που αναβλύζει |
|
παπαῖ |
αλίμονο |
|
ἔχετε
|
(εδώ) ξέρετε, αντιλαμβάνεσθε |
790 |
ἀτταταῖ |
αλίμονό μου |
|
εἴθε σοῦ.....ἥδε (= εἴθε ἥδε ἄλγησις ἔχοιτο στέρνων σοῦ διαμπερές) |
μακάρι αυτός εδώ ο πόνος να σου τρυπούσε το στήθος. |
|
πῶς ἄν.....τήνδε τὴν νόσον; (η ερώτ. εκφράζει ευχή) |
πώς να γινόταν αντί για μένα, ίσο χρονικό διάστημα, να τρέφατε αυτή την αρρώστια; |
|
κατ' ἦμαρ
|
κάθε μέρα |
|
οὐ δύνᾳ (ποιητ. τύπος, αντί δύνασαι) μολεῖν
|
αδυνατείς να έλθεις; τι σ' εμποδίζει να έλθεις; |
800 |
συλλαβών...ἀνακαλούμενον.... ἔμπρησον (ἐμπίπρημι)
|
πιάσε με, εμένα που σε καλώ και κάψε με |
|
τοῦτ' ἐπηξίωσα δρᾶν |
ήμουν πρόθυμος να κάνω αυτό |
|
ποῦ ποτ' ὤν....κυρεῖς |
πού τρέχει ο λογισμός σου; (πρβ. Ἀντ. στ. 42 ποῖ γνώμης ποτ' εἶ;) |
|
ἀλγῶ πάλαι |
υποφέρω από ώρα |
|
ὀξεῖα, ταχεῖα (επιρρ. κατηγ.) |
απότομα, γρήγορα |
810 |
σαφῶς φρόνει (ενν. μενοῦντά με)
|
μην έχεις καμία αμφιβολία ότι θα μείνω |
|
ἐμοὔστι (ἐμοὶ ἔστι)
|
επιτρέπεται σε μένα |
|
ἔμβαλλε χειρὸς πίστιν |
δος μου το χέρι σου για διαβεβαίωση |
|
ἀπό μ' ὀλεῖς (ἀπολεῖς με, τμήση στίχου) |
θα με σκοτώσεις |
|
καὶ δὴ μεθίημι |
να σ' αφήνω |
|
ὅπως ἔχω |
στην κατάσταση που βρίσκομαι |
820 |
ὀρθοῦσθαι (ὀρθόομαι -οῦμαι) |
να σταθώ όρθιος |
|
οὐ μακροῦ χρόνου |
μέσα σε λίγο διάστημα |
|
ὑπτιάζεται (< ὕπτιος) |
γέρνει προς τα πίσω, ξαπλώνει ανάσκελα |
|
ἱδρώς νιν καταστάζει δέμας (αιτ. αναφ.) |
ο ιδρώτας μουσκεύει ολόκληρο το σώμα |
|
μέλαινά τ'...φλέψ παρέρρωγεν (παρακ. του ρ. παραρρήγνυμαι· ομόρρ. ρήγμα, ρωγμή, διάρρηξη) |
μαύρη φλέβα άνοιξε στην άκρη του ποδιού του και αιμορραγεί |
|
ὡς ἄν...πέσῃ |
ώσπου να τον πάρει ο ύπνος |
|