Ενότητα 2Στο παρακάτω απόσπασμα από τον Ἐπιτάφιο του Δημοσθένη εξαίρονται οι πεσόντες στη μάχη της Χαιρώνειας (338 π.Χ.), οι οποίοι πολέμησαν κατά του Φιλίππου Β΄της Μακεδονίας και με την ανδρεία τους κέρδισαν αγέραστη δόξα. Πρῶτον μὲν ἀντὶ μικροῦ χρόνου πολὺν καὶ τὸν ἅπαντ’ εὔκλειαν ἀγήρω καταλείπουσιν, ἐν ᾗ καὶ παῖδες οἱ τούτων ὀνομαστοὶ τραφήσονται καὶ γονεῖς [οἱ τούτων] περίβλεπτοι γηροτροφήσονται, παραψυχὴν τῷ πένθει τὴν τούτων εὔκλειαν ἔχοντες. Ἔπειτα νόσων ἀπαθεῖς τὰ σώματα καὶ λυπῶν ἄπειροι τὰς ψυχάς, ἃς ἐπὶ τοῖς συμβεβηκόσιν οἱ ζῶντες ἔχουσιν, ἐν μεγάλῃ τιμῇ καὶ πολλῷ ζήλῳ τῶν νομιζομένων τυγχάνουσιν. Οὓς γὰρ ἅπασα μὲν ἡ πατρὶς θάπτει δημοσίᾳ, κοινῶν δ’ ἐπαίνων μόνοι τυγχάνουσιν, ποθοῦσι δ’ οὐ μόνοι συγγενεῖς καὶ πολῖται, ἀλλὰ πᾶσαν ὅσην Ἑλλάδα χρὴ προσειπεῖν, συμπεπένθηκεν δὲ καὶ τῆς οἰκουμένης τὸ πλεῖστον μέρος, πῶς οὐ χρὴ τούτους εὐδαίμονας νομίζεσθαι; Δημοσθένης, Ἐπιτάφιος 32-34 Γλωσσικά σχόλια
Ερωτήσεις
|