Θουκυδίδη Περικλέους Επιτάφιος (B Λυκείου Γενικής Παιδείας) - Βιβλίο Μαθητή
Κεφ. 39 Κεφ. 41 Επιστροφή στην αρχική σελίδα του μαθήματος
Ο αθηναϊκός χαρακτήρας
401. «Φιλοκαλοῦμέν2 τε γὰρ μετ' εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας· πλούτῳ τε ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινὶ αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια, καὶ ἑτέροις πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ' ἀχρεῖον3 νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ' ἂν τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων4. καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι' εὐνοίας ᾧ δέδωκε σῴζειν· ὁ δὲ ἀντοφείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν, ἀλλ' ἐς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων. καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινὰ ὠφελοῦμεν5.

 

 

    Κεφ. 40
Φιλοκαλῶ· αγαπώ το ωραίο
Εὐτέλεια· φτήνια (εδώ): λιτότητα, απλότητα.
Μαλακία· έλλειψη ανδρισμού, μαλθακότητα.
Μᾶλλον καιρῷ ἔργου ἤ κόμπῳ λόγου· πιο πολύ για να έχουμε τη δυνατότητα για κάποιο έργο παρά για κομπορρημοσύνη.
Μή ἐνδεῶς (λιτότητα)· ικανοποιητικά, καλά.
Ἀπράγμων (αντίθ.: πολυπράγμων)· φιλήσυχος.
Ἀχρεῖος· άχρηστος.
Κρίνω ὀρθῶς· διατυπώνω ορθές σκέψεις.
Ἐνθυμοῦμαι ὀρθῶς· μελετώ, συλλογίζομαι σωστά.
Ἤ ἐλθεῖν ἔργῳ ἐπὶ ἅ δεῖ· πριν προβούμε σε ενέργειες για όσα πρέπει (να γίνουν).
Ἔχω τι διαφερόντως· με διακρίνει κάτι το ξεχωριστό.
Ὥστε τολμᾶν ἐκλογίζεσθαι· ώστε να τολμούμε να υπολογίζουμε με ακρίβεια τις συνέπειες... .
Μάλιστα (τολμᾶν)· μάλιστα (ἐκλογίζεσθαι)· πολύ... με ακρίβεια.
Ὅ (= τοῦτο δέ, καθ' ὅ)· ενώ αντίθετα.
Θράσος· αλόγιστο θάρρος.
Ὄκνος· δισταγμός, δειλία.
Κράτιστος· πολύ δυνατός.
Τὰ δεινά· οι κίνδυνοι του πολέμου.
Τὰ ἡδέα· η καλοπέραση, οι απολαύσεις της ειρήνης.
Αἰσχρόν· (ενν. ἡγούμεθα, όχι χρώμεθα - «ζεῦγμα»)
Τὸ πένεσθαι· τη φτώχεια.
Ἔνι (=ενέστι) τοῖς αὐτοῖς· συμβαίνει οι ίδιοι να...
Ἑτέροις ἕτερα πρὸς ἔργα τετραμμένοις· και ενώ ο καθένας μας καταγίνεται με διαφορετική απασχόληση (επάγγελμα)
Διὰ ταῦτα· και όμως.
Μὴ ἀποτρεπόμενοι· δεν προσπαθούν ν' αποφύγουν.
Τὰ ἐς ἀρετήν (προσδ. της αναφοράς)· η λ. αρετή με ειδική σημασία: ευεργετική διάθεση.
Εὖ πάσχω· ευεργετούμαι.
Εὖ δρῶ (συνηθ. εὖ ποιῶ)· ευεργετώ.
Βέβαιος· σταθερός.
Ὁ δράσας τὴν χάριν· ο ευεργέτης.
Ὥστε σῴζειν (τὴν χάριν) ὀφειλομένην δι' εὐνοίας ᾧ δέδωκε· εφόσον επιδιώκει να παραμένει η ευγνωμοσύνη του ευεργετημένου, με τη συμπάθεια που δείχνει (ὁ δράσας τὴν χάριν) σ' αυτόν.
Ὁ ἀντοφείλων· ο ευεργετημένος.
Ἀμβλύς· απρόθυμος.
Ἐς χάριν· για να του χρωστούν ευγνωμοσύνη.
Ὀφείλημα·
εξόφληση χρέους.
Ἀποδίδωμι τὴν ἀρετήν· ανταποδίδω την ευεργεσία.
Τὸ πιστόν (ἡ πίστις) τῆς ἐλευθερίας · φιλελεύθερο φρόνημα.