α) Έπαινος των προγόνων και της σύγχρονης γενιάς. |
36. «Ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων1 πρῶτον· δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δὲ ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τῆς μνήμης δίδοσθαι. τὴν γὰρ χώραν οἱ αὐτοὶ αἰεὶ οἰκοῦντες2 διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν δι’ ἀρετὴν παρέδοσαν. καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν· κτησάμενοι γὰρ πρὸς οἷς ἐδέξαντο ὅσην ἔχομεν ἀρχὴν3 οὐκ ἀπόνως ἡμῖν τοῖς νῦν προσκατέλιπον. τὰ δὲ πλείω αὐτῆς4 αὐτοὶ ἡμεῖς οἵδε οἱ νῦν ἔτι ὄντες μάλιστα ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ ἐπηυξήσαμεν καὶ τὴν πόλιν τοῖς πᾶσι5 παρεσκευάσαμεν καὶ ἐς πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ὧν ἐγὼ τὰ μὲν κατὰ πολέμους ἔργα, οἷς ἕκαστα ἐκτήθη, ἢ εἴ τι αὐτοὶ ἢ οἱ πατέρες ἡμῶν βάρβαρον ἢ Ἕλληνα πολέμιον ἐπιόντα προθύμως ἠμυνάμεθα, μακρηγορεῖν ἐν εἰδόσιν οὐ βουλόμενος ἐάσω6· ἀπὸ δὲ οἵας τε ἐπιτηδεύσεως ἤλθομεν ἐπ’ αὐτὰ καὶ μεθ’ οἵας πολιτείας καὶ τρόπων ἐξ οἵων μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον,7 νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτὰ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων ξύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν. |
β) Η «Πρόθεσις» του λόγου
|
Κεφ. 36 Ἐν τῷ τοιῶδε· σε περίπτωση, όπως η σημερινή. Διαδοχῇ τῶν ἐπιγιγνομένων· καθώς η μια γενιά διαδεχόταν την άλλη. Δι' ἀρετήν· με την ανδρεία τους. ΙΙρὸς οἷς (πρὸς τούτοις ἅ)· κοντά σ' εκείνα που... Ἀρχή· εξουσία. Οὐκ ἀπόνως (λιτότητα)· με πολύ μόχθο. Κτησάμενοι... προσκατέλιπον· ἅ ἐδέξαντο, πρὸς τούτοις ἅ ἐκτήσαντο κατέλιπον ἡμῖν. Καθεστηκυῖα ἡλικία· η ώριμη ηλικία. Μάλιστα· περίπου, λίγο πολύ. Ἐῶ· αφήνω, παραλείπω. Εἴ τι· αν κάποτε. Ἐπιών· επιδρομέας. |
|
Ἀμύνομαι· αποκρούω. Εἰδότες· αυτοί που γνωρίζουν καλά. Ἐπιτήδευσις· αρχές. Πολιτεία· πολίτευμα. Τρόποι· τρόπος ζωής. Ἐπ' αύτά· σ' αυτό το σημείο ακμής. Εἶμι καὶ ἐπί· θα έρθω, θα συνεχίσω με... Τῶνδε· στο σημείο αυτό, όπως και σε άλλα, όπου
χρησιμοποιείται η δεικτική αντωνυμία ὅδε, εκφραστική χειρονομία του ρήτορα προς τον τάφο των νεκρών πρέπει να συνόδευε τον λόγο. Ἐπί τῷ παρόντι· στην περίπτωσή μας. Οὐκ ἀπρεπῆ (λιτότητα)· πολύ ταιριαστά. Ξύμφορον· ωφέλιμο. |
Ἡ δύναμις τῆς πόλεως: α) Τετράδραχμο Αθηνών, 480-460 π.Χ.
Ἡ δύναμις τῆς πόλεως: β) Η Αθηναϊκή Συμμαχία κατά την έναρξη του Πελοποννησιακού πολέμου
|